TLG 0054 001 :: 〈THEANO〉 :: Fragmenta Fragmenta Citation: Page — (line) | ||
195(4t) | Ἀποφθέγματα Πυθαγορείων | |
6t | Παραινέσεις γυναικεῖαι | |
---|---|---|
8t | Περὶ ἀρετῆς | |
10t | Περὶ εὐσεβείας | |
11 | Stob. 1.10.13 p. 125 Wa. (Mullach 2 p. 115) Θεανοῦς ἐκ τοῦ Περὶ εὐσε‐ βείας. Καὶ συχνοὺς μὲν Ἑλλήνων πέπυσμαι νομίσαι φάναι Πυθαγόραν ἐξ ἀριθμοῦ πάντα φύεσθαι. αὐτὸς δὲ ὁ λόγος ἀπορησίας ἔχεται, πῶς ἃ μηδὲ ἔστιν ἐπινοεῖται καὶ γεννᾶν. ὁ δὲ οὐκ ἐξ ἀριθμοῦ, κατὰ δὲ | |
15 | ἀριθμὸν ἔλεγε πάντα γίγνεσθαι, ὅτι ἐν ἀριθμῷ τάξις πρώτη, ἧς μετουσίᾳ κἀν τοῖς ἀριθμητοῖς πρῶτόν τι καὶ δεύτερον καὶ τἄλλα ἑπομένως τέτακται. | |
18t | Περὶ Πυθαγόρου | |
19t | Ὑπομνήματα φιλόσοφα | |
21t | Letters | |
22 | To Euboule (Hercher, Epistol. Gr. p. 603, Nr. 4) Θεανὼ Εὐ‐ | |
βούλῃ χαίρειν. Ἀκούω σε τὰ παιδία τρυφερῶς ἄγειν· ἔστι δὲ ἀγαθῆς | 195 | |
196 | μητρὸς οὐχ ἡ πρὸς ἡδονὴν ἐπιμέλεια τῶν παίδων, ἀλλ’ ἡ πρὸς τὸ σῶφρον ἀγωγή. βλέπε οὖν μὴ οὐ φιλούσης ἀλλὰ κολακευούσης ἔργον ποιήσῃς· συντρεφομένη γὰρ ἡδονὴ παισὶν ἀκολάστους ποιεῖ. τί γὰρ ἥδιον νέοις συνήθους ἡδονῆς; χρὴ οὖν, ὦ φίλη, τὴν τροφὴν τῶν παίδων | |
5 | μὴ διαστροφὴν ἔχειν. ἡ δὲ τρυφὴ διαστροφὴ τῆς φύσεώς ἐστιν ὅταν φιλήδονοι μὲν ταῖς ψυχαῖς, ἡδυπαθεῖς δὲ τοῖς σώμασι γένωνται, καὶ ταῖς μὲν φυγοπόνοι, τοῖς δὲ μαλακώτεροι. δεῖ δὲ καὶ πρὸς τὰ φοβερὰ γυμνάζειν τὰ τρεφόμενα, κἂν λυπηθῆναι κἂν πονῆσαι δέοι, ἵνα μὴ τῶν παθῶν ᾖ δοῦλα τούτων καὶ περὶ τὰς ἡδονὰς λίχνα καὶ | |
10 | περὶ τοὺς πόνους ὀκνηρά, ἀλλ’ ἵνα τὰ καλὰ πρὸ πάντων τιμῶσιν, ὧν μὲν ἀπεχόμενοι, τοῖς δὲ ἐμμένοντες. οὐδὲ πλησμονικὰ μὲν ταῖς τροφαῖς, πολυτελῆ δὲ ταῖς ἡδοναῖς, ἀκόλαστα δὲ ταῖς ἀνέδην παιδιαῖς αὐτὰ ποιεῖν, καὶ πᾶν μὲν λέγειν πᾶν δ’ ἐπιτηδεύειν ἐᾶσαι, ἔτι δὲ φοβουμένην μέν, ἢν κλάῃ, φιλοτιμουμένην δέ, ἢν γελᾷ, κἂν τὴν τροφὸν παίῃ κἄν | |
15 | σε κακῶς εἴπῃ γελῶσαν, καὶ τοῦ μὲν θέρους ψῦχος, τοῦ δὲ χειμῶνος καῦμα παρέχουσαν καὶ πολλὴν χλιδήν· ὧν οἱ πενιχροί γε παῖδες οὐδενὸς πειρῶνται, καὶ τρέφονται μὲν ῥᾷον, αὔξονται δὲ οὐχ ἧσσον, διάκεινται δὲ παρὰ πολὺ κρεῖσσον. σὺ δ’ οἷον Σαρδαναπάλλου γονὴν τιθηνῇ τὰ τέκνα, τὴν τῶν ἀρρένων φύσιν θρύπτουσα ταῖς ἡδοναῖς. τί γὰρ | |
20 | ἂν ποιήσειέ τις παιδίον, ὃ ἂν μὴ τάχιον φάγῃ κλάει, κἂν ἐσθίῃ, τὰ τερπνὰ τῶν ὄψων ζητεῖ, κἂν καῦμα ᾖ, παρίεται, κἂν ψῦχος πτωματίζει, κἂν ἐπιτιμᾷ τις, ἀντιμάχεται, κἂν μὴ πρὸς ἡδονὴν ὑπηρετῇ, λυπεῖται, κἂν μὴ μασᾶται δυσκολαίνει, καὶ κακοσχολεῖ πρὸς ἡδονὴν καὶ βατταλί‐ ζεται περιαγόμενον; ἐπιμελῶς δή, ὦ φίλη, εἰδυῖα ὅτι τὰ σπαταλῶντα | |
25 | τῶν παιδίων, ὅταν ἀκμάσῃ πρὸς ἄνδρας, ἀνδράποδα γίνεται, τὰς τοιαύτας ἡδονὰς ἀφαίρει, καὶ τὴν τροφὴν αὐστηράν, μὴ τρυφερὰν οὕτω ποιοῦσα καὶ ἐῶσα καὶ λιμὸν καὶ δίψος ἐνεγκεῖν, ἔτι δὲ καὶ ψῦχος καὶ θάλπος καὶ αἰδῶ τὴν ἀπὸ τῶν συνηλίκων ἢ τῶν ἐπιστατῶν· οὕτω γὰρ καὶ γεννικὰ εἶναι συμβαίνει αὐτὰ ψυχὴν ἀνατεινόμενα ἢ ἐπιτει‐ | |
30 | νόμενα. οἱ γὰρ πόνοι, φίλη, προϋποστυφαί τινες τοῖς παισίν εἰσι τελειω‐ θησομένης ἀρετῆς, αἷς ἐμβαφέντες ἀποχρώντως τὴν τῆς ἀρετῆς βαφὴν οἰκειότερον φέρουσι. βλέπε οὖν, φίλη, μή, καθάπερ τῶν ἀμπέλων αἱ κακοτροφούμεναι τὸν καρπὸν ἐλλείπουσι, καὶ ὑπὸ τῆς τρυφῆς οἱ παῖδες ὕβρεως καὶ πολλῆς ἀχρειότητος κακίαν γεννήσωσιν. ἔρρωσο. | |
35 | To Eukleides (Hercher p. 607, Nr. 9) Θεανὼ Εὐκλείδῃ ἰατρῷ. | 196 |
197 | Τὸ σκέλος τις ἐπεπήρωτο χθὲς καὶ ὁ καλέσων ἦλθε πρός σε (παρῆν δὲ καὶ αὐτή· τῶν συνήθων γὰρ ἦν ὁ τρωθείς), ἅμα δὲ τάχει ἀπήντησε λέγων ὡς καὶ ὁ ἰατρὸς πονήρως ἔχει καὶ ἀλγεῖ τὸ σῶμα. καὶ τὴν λύπην ἐγώ (ὄμνυμι τοὺς θεούς) ἀφεῖσα τοῦ συνήθους ἐκείνου τὸν ἰατρὸν | |
5 | κατὰ νοῦν εἶχον καὶ ἠντιβόλουν τὴν Πανάκειαν καὶ τὸν κλυτότοξον Ἀπόλλω, μή τι συμβαίη τῷ ἰατρῷ ἀνιαρόν. καὶ ὅμως ἀθυμοῦσα τέμνω σοι συλλαβάς, μαθεῖν ἐθέλουσα ὅπως ἔχεις, εἰ μή ποτε κεκάκωταί σοι τὸ στόμιον τῆς γαστρός, εἰ μή ποτε τὸ ἧπαρ 〈ὑπὸ〉 τῆς θέρμης ἠλάττωται, εἰ μή ποτε ὀργανική σοι γέγονε βλάβη. ὡς ἐγὼ πολλῶν | |
10 | σκελῶν καταφρονήσασα συνήθων ἀσπάσομαί σου τὴν φίλην ὑγίειαν, ὦ ἀγαθὲ ἰατρέ. To Eurydike (Hercher p. 606, Nr. 7) Θεανὼ Εὐρυδίκῃ τῇ θαυμασίᾳ. Τίς λύπη κατέχει τὴν σὴν ψυχήν; ἀθυμεῖς δὲ δι’ οὐδὲν ἄλλο ἢ 〈ὅτι〉 ᾧ συνοικεῖς ἐπὶ ἑταίραν ἥκει καὶ ταύτῃ τὴν ἡδονὴν | |
15 | λαμβάνει τοῦ σώματος. ἀλλ’ οὐχ οὕτω σε δεῖ ἔχειν, ὦ θαυμασία τῶν γυναικῶν [ἤδη θαυμαὶ δὲ μᾶλλον καὶ μάλα]. οὐχ ὁρᾷς γὰρ ὅτι καὶ ἀκοὴ ὅτε πλησθῇ ἡδονῆς ὀργάνου καὶ μουσικῆς μελῳδίας πληροῦται, ὅτε δὲ κόρος γένηται ταύτῃ, αὐλοῦ ἐρᾷ καὶ δόνακος ἀκροᾶται ἡδέως; καίτοι ποία κοινωνία αὐλῷ καὶ χορδαῖς μουσικαῖς καὶ ἠχοῖ θαυμασίᾳ τῆς | |
20 | ὀργάνου μελιχροτάτης ποιότητος; οὕτω δὲ κἀπὶ σοῦ οἴου κἀπὶ τῆς ἑταίρας, ᾗ συνοικεῖ ὁ σὸς ἀνήρ. σοῦ μὲν γὰρ σχέσει καὶ φύσει καὶ λόγῳ φροντιεῖ ὁ ἀνήρ, ὅτε δέ ποτε κόρον λήψεται, κατὰ πάροδον τῇ ἑταίρᾳ συνοικήσει. ὅτι καὶ οἷς χυμὸς φθοροποιὸς ἐναπόκειται, τῶν τροφῶν ἔρως ἐστί τις τῶν οὐκ ἀγαθῶν. | |
25 | To Kallisto (Hercher p. 605, Nr. 6) Θεανὼ Καλλιστοῖ. Ταῖς νεωτέραις ὑμῖν ἡ μὲν ἐξουσία παρὰ τοῦ νόμου δέδοται τῶν οἰκετῶν ἄρχειν ἅμα τῷ γήμασθαι, ἡ δὲ διδασκαλία παρὰ τῶν πρεσβυτέρων ἀπαντᾶν ὀφείλει περὶ τῆς οἰκονομίας ἀεὶ παραινούντων. καλῶς γὰρ ἔχει πρότερον μανθάνειν ἃ μὴ γιγνώσκετε, καὶ τὴν συμβουλὴν οἰκειοτάτην | |
30 | τῶν πρεσβυτέρων ἡγεῖσθαι· ἐν τούτοις γὰρ παρθενοτροφεῖσθαι δεῖ νέαν ψυχήν. ἀρχὴ δέ ἐστιν οἴκου πρώτη γυναιξὶν ἀρχὴ θεραπαινῶν. ἔστι δέ, ὦ φίλη, μέγιστον ἐπὶ δουλείᾳ εὔνοια· αὕτη γὰρ οὐ συναγοράζεται τοῖς σώμασιν ἡ κτῆσις, ἀλλ’ ἐξ ὑστέρου γεννῶσιν αὐτὴν οἱ συνετοὶ | |
δεσπόται. δικαία δὲ χρῆσις αἰτία τούτου, ἵνα μήτε διὰ τὸν κόπον | 197 | |
198 | κάμνωσι, μήτε ἀδυνατῶσι διὰ τὴν ἔνδειαν· εἰσὶ γὰρ ἄνθρωποι τῇ φύσει. ἔνιαι δὲ τὸ κέρδος ἀκερδέστατον ἡγοῦνται τὴν τῶν θεραπαινῶν κακου‐ χίαν, βαρύνουσαι μὲν τοῖς ἔργοις, ὑποστελλόμεναι δὲ τῶν ἐπιτηδείων· εἶτα ὀβολιαῖα κέρδη περιποιούμεναι μεγάλοις ζημιοῦνται τιμήμασι, | |
5 | δυσνοίαις καὶ ἐπιβουλαῖς κακίσταις. σοὶ δὲ πρόχειρον ἔστω τὸ μέτρημα τῶν σιτίων πρὸς τὸν ἀριθμὸν τῆς ἐριουργίας τοῖς ἐφ’ ἡμέραν πόνοις. καὶ πρὸς μὲν τὴν δίαιταν οὕτως· πρὸς δὲ τὰς ἀταξίας τὸ σοὶ πρέπον, οὐ τὸ ἐκείναις συμφέρον ἐξυπηρετητέον. τιμᾶν μὲν γὰρ δεῖ θεραπαίνας τὸ κατ’ ἀξίαν· τὸ μὲν γὰρ ὠμὸν οὐκ οἴσει τῷ θυμῷ χάριν, τὸ δὲ μισο‐ | |
10 | πόνηρον οὐχ ἧττον ὁ λογισμὸς βραβεύει. ἐὰν δὲ ἡ ὑπερβολὴ τῆς κακίας τῶν θεραπαινῶν ἀνίκητος ᾖ, ἐξοριστέον μετὰ πράσεως· τὸ γὰρ ἀλλότριον τῆς χρείας ἀλλοτριούσθω καὶ τῆς κυρίας. ἔστω δέ σοι γνώμη τοῦδε πρόεδρος, καθ’ ἣν γνώσῃ τὸ μὲν ἀληθὲς τῆς ἁμαρτίας πρὸς τὸ τῆς καταγνώσεως δίκαιον, τὸ δὲ τῶν ἡμαρτημένων μέγεθος πρὸς τὸ κατ’ | |
15 | ἀξίαν τῆς κολάσεως. δεσποτικαὶ δὲ καὶ συγγνώμη καὶ χάρις ἐφ’ ἡμαρτημένοις ζημίας ἀπαλλάττουσαι, οὕτω δὲ καὶ τὸ πρέπον καὶ τὸ οἰκεῖον τοῦ τρόπου διαφυλάξεις. ἔνιαι γάρ, ὦ φίλη, ὑπ’ ὠμότητος καὶ μαστίζουσι τὰ τῶν θεραπαινῶν σώματα, θηριούμεναι διὰ ζῆλον ἢ θυμόν, οἷον ὑπομνηματογραφούμεναι τὴν ὑπερβολὴν τῆς πικρίας· | |
20 | αἱ μὲν γὰρ ἀνηλώθησαν χρόνῳ διαπονούμεναι, αἱ δὲ φυγῇ τὴν σωτηρίαν ἐπορίσαντο, τινὲς δὲ ἐπαύσαντο τοῦ ζῆν αὐτόχειρι θανάτῳ μεταστᾶσαι, καὶ λοιπὸν ἡ τῆς δεσποίνης μόνωσις ὀδυρομένης τὴν οἰκείαν ἀβουλίαν ἔρημον μετάνοιαν ἔχει. ἀλλ’, ὦ φίλη, ἴσθι μιμουμένη τὰ ὄργανα, ἃ φωνεῖ μᾶλλον ἀνειμένα, ἐκρήττεται δὲ μᾶλλον ἐπιτεινόμενα. καὶ | |
25 | γὰρ ἐπὶ τῶν θεραπαινῶν ταὐτόν· ἡ μὲν ἄγαν ἄνεσις διαφωνίαν ἐμποιεῖ τῆς πειθαρχίας, ἡ δὲ ἐπίτασις τῆς ἀνάγκης διάλυσιν τῆς φύσεως. καὶ ἐπὶ τούτου δεῖ νοεῖν, μέτρον δ’ ἐπὶ πᾶσιν ἄριστον. ἔρρωσο. To Nikostrate (Hercher p. 604, Nr. 5) Θεανὼ Νικοστράτῃ | |
30 | χαίρειν. Ἤκουον τὴν τοῦ ἀνδρός σου παράνοιαν, ὅτι τὴν ἑταίραν ἔχει, σὺ δὲ ὅτι ζηλοτυπεῖς αὐτόν. ἐγὼ δέ, ὦ φίλη, πολλοὺς ἔγνωκα τῆς αὐτῆς νόσου· θηρεύονται γὰρ ὡς ἔοικεν ὑπὸ τῶν γυναικῶν τούτων καὶ κατέχονται καὶ οὐκ ἔχουσι νοῦν. σὺ δὲ ἄθυμος εἶ καὶ νύκτα καὶ μεθ’ ἡμέραν καὶ ἀδημονεῖς καὶ μηχανᾷ τι κατ’ αὐτοῦ. μὴ σύ γε, ὦ | |
35 | φίλη· γαμετῆς γὰρ ἀρετή ἐστιν οὐχ ἡ παρατήρησις τἀνδρός, ἀλλ’ ἡ | 198 |
199 | συμπεριφορά· συμπεριφορὰ δέ ἐστι τὸ φέρειν ἄνοιαν. εἶθ’ ἑταίρᾳ μὲν πρὸς ἡδονὴν ὁμιλεῖ, γαμετῇ δὲ πρὸς τὸ συμφέρον· συμφέρον δὲ κακοῖς κακὰ μὴ μίσγειν, μηδὲ παρανοίᾳ παράνοιαν ἐπάγειν. ἔνια δὲ ἁμαρτήματα, φίλη, ἐλεγχόμενα μὲν ἐπὶ πλέον ἀνερεθίζεται, σιωπώμενα δὲ παύεται | |
5 | μᾶλλον, ὡς τὸ πῦρ ἡσυχίᾳ φασὶ σβέννυσθαι. καὶ γὰρ βουλόμενόν σε λεληθέναι δοκεῖν ἐλέγχουσα ἀφαιρήσεις τὸ παρακάλυμμα τοῦ πάθους, καὶ φανερῶς ἁμαρτήσεται. σὺ δὲ τὴν φιλίαν ἡγῇ τοῦ ἀνδρὸς οὐκ ἐν τῇ καλοκαγαθίᾳ· τοῦτο γὰρ ἡ χάρις τῆς κοινωνίας. νόμιζε οὖν πρὸς μὲν τὴν ἑταίραν ῥᾳθυμήσοντα πορεύεσθαι ἐκεῖνον, σοὶ δὲ συμβιώσοντα | |
10 | παρεῖναι, καὶ σὲ μὲν φιλεῖν κατὰ γνώμην, ἐκείνην δὲ τῷ πάθει. βραχὺς δὲ ὁ τούτου καιρός· ἅμα γάρ ποτε ἔχει καὶ κόρον, καὶ παρίσταται ταχὺ καὶ παύεται. ὀλιγοχρόνιος γὰρ ὁ καιρός ἐστι πρὸς ἑταίραν ἀνδρὶ μὴ σφόδρα κακῷ· τί γάρ ἐστι ματαιότερον ἐπιθυμίας ἀπολαυούσης ἀδίκου; διὸ καὶ μειῶν τὸν βίον καὶ διαβάλλων τὸ εὔσχημον αἰσθήσεταί | |
15 | ποτε· οὐδεὶς γὰρ ἐπιμένει φρονῶν αὐθαιρέτῳ βλάβῃ. καλούμενος οὖν ὑπὸ τῶν πρός σε δικαίων καὶ τὰς περὶ τὸν βίον ἐλαττώσεις ὁρῶν [αἰσ‐ θήσεταί ποτέ σου] καὶ τὴν ἀπὸ τῆς καταγνώσεως ὕβριν οὐ φέρων ταχὺ μεταγνώσεται. σὺ δέ, φίλη, ζῆθι οὐχ ἑταίραις ἀποκρινομένη, τῇ μὲν εὐταξίᾳ πρὸς τὸν ἄνδρα διαφέρουσα, τῇ δὲ ἐπιμελείᾳ πρὸς τὸν | |
20 | οἶκον, τῇ δὲ συναλλαγῇ περὶ τὰς χρωμένας, τῇ δὲ φιλοστοργίᾳ περὶ τὰ τέκνα. οὐ ζηλοτυπητέον οὖν σοι πρὸς ἐκείνην (πρὸς γὰρ τὰς ἐναρέτους ἐκτείνειν τὸν ζῆλον καλόν), ἑαυτὴν δὲ παρεκτέον ἐπιτηδείαν ταῖς διαλλαγαῖς· τὰ γὰρ καλὰ ἤθη καὶ παρ’ ἐχθροῖς εὔνοιαν φέρει, φίλη, καὶ μόνης καλοκαγαθίας ἔργον ἐστὶν ἡ τιμή, ταύτῃ δὲ καὶ δυνατὸν | |
25 | ἀνδρὸς ἐξουσίαν καθυπερέχειν γυναικί, καὶ τιμᾶσθαι πλέον ἢ θεραπεύειν τὸν ἐχθρόν. κατηρτυμένος οὖν ὑπὸ σοῦ μᾶλλον αἰσχύνεται, τάχιον δὲ διαλλαγῆναι θελήσει, προσπαθέστερον δὲ φιλοστοργήσει συνεγνωκὼς τὴν ἀδικίαν τὴν εἰς σέ, κατανοῶν τε τὴν προσοχὴν ἐπὶ τοῦ βίου καὶ πεῖραν τῆς στοργῆς λαμβάνων τῆς πρὸς αὑτόν. ὥσπερ δὲ αἱ κακοπάθειαι | |
30 | τοῦ σώματος ἡδίους τὰς ἀναπαύσεις ποιοῦσιν, οὕτως αἱ διαφοραὶ τῶν φίλων οἰκειοτέρας τὰς διαλλαγὰς φέρουσι. σὺ δὲ καὶ τὰ βουλεύ‐ ματα τοῦ πάθους ἀντίθες. νοσοῦντος γὰρ ἐκείνου καὶ σὲ παρακαλεῖ νοσεῖν ταῖς λύπαις, καὶ ἁμαρτάνοντος περὶ τὸ εὔσχημον καὶ σὲ περὶ | |
τὸν κόσμον ἁμαρτάνειν, καὶ καταβλάπτοντος τὸν βίον καὶ σὲ κατα‐ | 199 | |
200 | βλάπτειν τὸ συμφέρον. ἀφ’ ὧν ἐπ’ αὐτὸν συντετάχθαι δόξεις καὶ κολαζομένη ἐκεῖνον καὶ σεαυτὴν κολάζειν. εἰ γὰρ καὶ ἀφεμένη πορεύσῃ, ἑτέρου ἄρα πειραθήσῃ ἀνδρὸς τοῦ προτέρου ἀπαλλαγεῖσα, κἂν ἐκεῖνος ἁμάρτῃ τὰ ὅμοια, πάλιν ἄλλου (οὐ φορητὴ γὰρ νέαις χηρεία), ἢ μόνη | |
5 | μενεῖς ἀπ’ ἀνδρὸς οἷόν περ ἄζυξ. ἀλλ’ ἀμελήσεις τοῦ οἴκου καὶ καταφθερεῖς τὸν ἄνδρα; ἐπωδύνου ἄρα βίου συνδιαιρήσῃ τὴν βλάβην. ἀλλ’ ἀμυνεῖ τὴν ἑταίραν; περιστήσεταί σε φυλαττομένη, κἂν ἀμύνῃ, μάχιμός ἐστιν οὐκ ἐρυθριῶσα γυνή. ἀλλὰ καλὸν ὁσημέραι μάχεσθαι πρὸς τὸν ἄνδρα; καὶ τί πλέον; αἱ γὰρ μάχαι καὶ αἱ λοιδορίαι τὴν μὲν | |
10 | ἀκολασίαν οὐ παύουσι, τὴν δὲ διαφορὰν ταῖς προκοπαῖς αὔξουσι. τί δέ, βουλεύσῃ τι κατ’ ἐκείνου; μή, φίλη. ζηλοτυπίας κρατεῖν ἡ τραγῳδία ἐδίδαξε, δραμάτων ἔχουσα σύνταξιν, ἐν οἷς παρηνόμησε Μήδεια. ἀλλ’ ὥσπερ τῆς νόσου τῶν ὀφθαλμῶν ἀπέχειν δεῖ τὰς χεῖρας, οὕτως καὶ σὺ τοῦ πάθους χώριζε τὴν προσποίησιν. διακαρτεροῦσα γὰρ θᾶττον | |
15 | τὸ πάθος σβέσεις. To Rhodope (Hercher p. 607, Nr. 10) Θεανὼ Ῥοδόπῃ φιλο‐ σόφῳ. Ἀθυμεῖς σύ; ἀλλὰ καὶ αὐτὴ ἀθυμῶ. δυσφορεῖς ὅτι μήπω σοι 〈ἔπεμψα〉 τὸ Πλάτωνος βιβλίον, ὃ οὕτως ἐπιγέγραπται ‘Ἰδέαι ἢ Παρμενίδησ‘; ἀλλὰ καὶ αὐτὴ μάλιστα ἀνιῶμαι, ὅτι μήπω τις ἀπήντησε | |
20 | περὶ Κλέωνος ἡμῖν διαλεξόμενος. οὐ πρότερον γὰρ ἂν ἀποστείλαιμι τὸ βιβλίον, πρὶν ἂν ἀφίκηταί τις περὶ τοῦ τοιοῦδε σαφηνίσων ἀνδρός· ὡς λίαν γὰρ ἐρῶ τῆς ἐκείνου ψυχῆς, τοῦτο μὲν ὡς φιλοσόφου, τοῦτο δὲ ὡς συντόνου περὶ τὸ ἀγαθοεργεῖν, τοῦτο δὲ ὡς φοβουμένου τοὺς καταχθονίους θεούς. καὶ μὴ ἄλλως λόγον οἰηθῇς τὸ λεγόμενον· ἡμίθνητος | |
25 | γάρ εἰμι καὶ τὸ ἡμεροφαὲς ἄστρον τοῦτο οὐ φέρω βλέπειν ἥλιον. To Timareta. Poll. Onom.10.21 ... τὸν οἰκοδεσπότην καὶ τὴν οἰκοδέσποιναν ... ταῦτα ἄμφω εὗρον ἐν Θεανοῦς τῆς Πυθαγόρου γυναικὸς ἐπιστολῇ πρὸς Τιμαρέταν γραφείσῃ. ὁ δὲ οἰκοδεσπότης ἔστι καὶ Ἀλέξιδος ἐν Ταραντίνοις. | |
30 | To Tim(ai)onides (Hercher p. 606, Nr. 8) Θεανὼ Τιμωνίδῃ. Καὶ τίς ἐμοὶ κοινωνία καὶ σοί; διὰ τί δὲ ἡμᾶς διαβάλλεις ἀεί; ἢ οὐκ οἶσθα ὅτι ἐπὶ πάντων ἡμεῖς ἐπαινοῦμέν σε, εἰ καὶ σὺ τοὐναντίον ποιεῖς; ἀλλὰ γίνωσκε πάλιν ὅτι, κἂν ἡμεῖς ἐπαινῶμεν, οὐδείς ἐστιν ὁ πιστεύων, κἂν σὺ διαβάλλῃς, οὐδείς ἐστιν ὁ ἀκούων, καὶ χαίρω διὰ τοῦτο, ὅτι | |
35 | οὕτω θεὸς ὁρᾷ καὶ δικάζει μάλιστα ἡ ἀλήθεια. | 200 |
201(5t) | Indeterminable: | |
6 | Clem. Strom. 4.44.2 p. 268 St. Θεανὼ γὰρ ἡ Πυθαγορικὴ γράφει· ἦν γὰρ 〈ἂν〉 τῷ ὄντι τοῖς κακοῖς εὐωχία ὁ βίος 〈ἕρμαιον ὁ θάνατοσ〉 πονηρευσαμένοις ἔπειτα τελευτῶσιν, εἰ μὴ ἦν ἀθάνατος ἡ ψυχή [ἕρμαιον | |
ὁ θάνατος]. | 201 |